<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:109-134</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:109-134</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="109">Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα </l><l n="110">Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν· </l><l n="111">οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι. </l><l n="112">ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων· </l><l n="113"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων; </l><l n="114">τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι </l><l n="115">πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα </l><l n="116">τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν, </l><l n="117">αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.<!-- <milestone type="endquote"/>--></l><milestone unit="card" n="118" ed="P"/><l n="118"><milestone unit="Para" ed="P"/>ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων· </l><l n="119"><!-- <milestone type="startquote"/>-->τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, </l><l n="120">χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς </l><l n="121">ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι. </l><l n="122">Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ. </l><l n="123">νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης </l><l n="124">ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ </l><l n="125">ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα </l><l n="126">νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες </l><l n="127">ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, </l><l n="128">δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός· </l><l n="129">ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός· </l><l n="130">λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης </l><l n="131">φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με </l><l n="132">ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς. </l><l n="133">οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, </l><l n="134">ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>