<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:1-221</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:1-221</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν, </l><l n="2">αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς </l><l n="3">ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, </l><l n="4"><milestone unit="Para" ed="P"/>νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, </l><l n="5"> παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις </l><l n="6">ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ </l><l n="7">λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον </l><l n="8">νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ </l><l n="9">Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, </l><l n="10"> θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι </l><l n="11">ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις· </l><l n="12">τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει· </l><l n="13">κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν </l><l n="14">γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. </l><l n="15">ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω </l><l n="16">καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια </l><l n="17">Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων </l><l n="18">ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. </l><l n="19"><milestone unit="Para" ed="P"/>ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν </l><l n="20">ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ, </l><l n="21">κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. </l><l n="22">οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων </l><l n="23">ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι† </l><l n="24">εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα </l><l n="25">ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, </l><l n="26">Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, </l><l n="27">κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν </l><l n="28">ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, </l><l n="29">δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. </l><l n="30">τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι </l><l n="31">πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, </l><l n="32">ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. </l><l n="33"><milestone unit="Para" ed="P"/>ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα </l><l n="34">λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα </l><l n="35">αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν </l><l n="36">ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, </l><l n="37">τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ· </l><l n="38"><gap reason="lost"/>ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου </l><l n="39">φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ. <milestone unit="card" n="40" ed="P"/>
            </l><l n="40"><milestone unit="Para" ed="P"/>ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις </l><l n="41">ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι, </l><l n="42">κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων, </l><l n="43">σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν </l><l n="44">μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι </l><l n="45">ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, </l><l n="46">οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν. </l><l n="47">ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ </l><l n="48">στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα, </l><l n="49">οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο </l><l n="50">πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. </l><l n="51">ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, </l><l n="52">ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα </l><l n="53">καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε· </l><l n="54"><milestone unit="Para" ed="P"/><!--<milestone type="startquote"/>-->πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε, </l><l n="55">τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων </l><l n="56">ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν; </l><l n="57">φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν, </l><l n="58">ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.<!--<milestone type="endquote"/>--></l><l n="59"><milestone unit="Para" ed="P"/>ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ </l><l n="60">Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ </l><l n="61">ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα. </l><l n="62">Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν, </l><l n="63">στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων· </l><l n="64"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ </l><l n="65">ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα· </l><l n="66">κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν, </l><l n="67">τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο </l><l n="68">ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν. </l><l n="69">ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον </l><l n="70">αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, </l><l n="71">νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας, </l><l n="72">ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ </l><l n="73">οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.<!-- <milestone type="endquote"/>--></l><l n="74"><milestone unit="Para" ed="P"/>ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ· </l><l n="75"><!-- <milestone type="startquote"/>-->Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα, </l><l n="76">εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω </l><l n="77">ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος </l><l n="78">αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς, </l><l n="79">ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν </l><l n="80">αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα </l><l n="81">ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. </l><l n="82">ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ </l><l n="83">μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς </l><l n="84">γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς, </l><l n="85">αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν </l><l n="86">ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, </l><l n="87">τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.<!-- <milestone type="endquote"/>--></l><milestone unit="card" n="87" ed="P"/><l n="88"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς </l><l n="89">ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί. </l><l n="90"><milestone unit="Para" ed="P"/>Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· </l><l n="91">χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι </l><l n="92">νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον </l><l n="93">ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα </l><l n="94">εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν </l><l n="95">εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, </l><l n="96">πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, </l><l n="97">ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν. </l><l n="98">ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, </l><l n="99">Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, </l><l n="100">ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, </l><l n="101">γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο </l><l n="102">εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, </l><l n="103">οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων </l><l n="104">παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα. </l><l n="105">τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες </l><l n="106">ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν </l><l n="107">κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός, </l><l n="108">τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι, </l><l n="109">Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα </l><l n="110">Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν· </l><l n="111">οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι. </l><l n="112">ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων· </l><l n="113"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων; </l><l n="114">τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι </l><l n="115">πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα </l><l n="116">τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν, </l><l n="117">αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.<!-- <milestone type="endquote"/>--></l><milestone unit="card" n="118" ed="P"/><l n="118"><milestone unit="Para" ed="P"/>ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων· </l><l n="119"><!-- <milestone type="startquote"/>-->τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, </l><l n="120">χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς </l><l n="121">ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι. </l><l n="122">Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ. </l><l n="123">νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης </l><l n="124">ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ </l><l n="125">ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα </l><l n="126">νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες </l><l n="127">ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, </l><l n="128">δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός· </l><l n="129">ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός· </l><l n="130">λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης </l><l n="131">φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με </l><l n="132">ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς. </l><l n="133">οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, </l><l n="134">ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. </l><l n="135">ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες </l><l n="136">δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, </l><l n="137">ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι. </l><l n="137a"><supplied reason="lost">τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,</supplied></l><l n="138">προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι </l><l n="139">ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι </l><l n="140">πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται· </l><l n="141">καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα </l><l n="142">καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι </l><l n="143">καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων </l><l n="144">δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας. <!-- <milestone type="endquote"/>--></l><l n="145"><milestone unit="Para" ed="P"/>φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής, </l><l n="146">Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη· <milestone unit="card" n="147" ed="P"/>
            </l><l n="147"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ </l><l n="148">τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι. </l><l n="149">ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω </l><l n="150">ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς </l><l n="151">δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος </l><l n="152">εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν· </l><l n="153">ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου </l><l n="154">ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο </l><l n="155">καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, </l><l n="156">τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι· </l><l n="157">τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν </l><l n="158">εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν, </l><l n="159">ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι. </l><l n="160">εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς </l><l n="161">ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ </l><l n="162">εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ </l><l n="163">ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν. </l><l n="164">τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ </l><l n="165">ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. </l><l n="166">εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, </l><l n="167">ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων </l><l n="168">ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη. <!-- <milestone type="endquote"/>--></l><l n="169"><milestone unit="Para" ed="P"/>ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ </l><l n="170">πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. </l><l n="171">ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ </l><l n="172">ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα </l><l n="173">ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ. </l><l n="174">αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ </l><l n="175">ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, </l><l n="176">ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων </l><l n="177">ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται </l><l n="178">ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι. </l><l n="179">τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ </l><l n="180">κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς </l><l n="181">ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ </l><l n="182">στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος </l><l n="183">κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. <milestone unit="card" n="184" ed="P"/>
            </l><l n="184"><milestone unit="Para" ed="P"/>αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, </l><l n="185">βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ </l><l n="186">ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο </l><l n="187">παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν </l><l n="188">ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου </l><l n="189">κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. </l><l n="190">τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· </l><l n="191">εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. </l><l n="192">ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, </l><l n="193">ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, </l><l n="194">ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, </l><l n="195">πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα </l><l n="196">πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας. </l><l n="197">ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· </l><l n="198">δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου, </l><l n="199">οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, </l><l n="200">ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος </l><l n="201">ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, </l><l n="202">πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα </l><l n="203">πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν, </l><l n="204">μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν· </l><l n="205">ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. </l><l n="206">τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου </l><l n="207">πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε </l><l n="208">πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ </l><l n="209">δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. </l><l n="210">ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε· </l><l n="211">δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ </l><l n="212"><gap reason="lost"/>τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα· <milestone unit="card" n="213" ed="P"/>
            </l><l n="213"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων </l><l n="214">ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς </l><l n="215">καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων. </l><l n="216">ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ </l><l n="217">τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται. </l><l n="218">νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ. </l><l n="219">παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον </l><l n="220">ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. </l><l n="221">εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>