<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.80-9.97</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.80-9.97</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="80">ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν</l><l n="81">καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.</l><milestone n="82" unit="card" ed="p"/><l n="82"><milestone unit="para" ed="P"/>ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν</l><l n="83">πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν</l><l n="84">γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.</l><l n="85">ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,</l><l n="86">αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.</l><l n="87">αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,</l><l n="88">δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,</l><l n="89">οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες</l><l n="90">ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.</l><l n="91">οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·</l><l n="92">οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον</l><l n="93">ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.</l><l n="94">τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,</l><l n="95">οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,</l><l n="96">ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι</l><l n="97">λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>