<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.75-9.118</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.75-9.118</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="75">κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="76">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="77">ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες</l><l n="78">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l><l n="79">καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·</l><l n="80">ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν</l><l n="81">καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.</l><milestone n="82" unit="card" ed="p"/><l n="82"><milestone unit="para" ed="P"/>ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν</l><l n="83">πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν</l><l n="84">γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.</l><l n="85">ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,</l><l n="86">αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.</l><l n="87">αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,</l><l n="88">δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,</l><l n="89">οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες</l><l n="90">ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.</l><l n="91">οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·</l><l n="92">οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον</l><l n="93">ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.</l><l n="94">τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,</l><l n="95">οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,</l><l n="96">ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι</l><l n="97">λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.</l><l n="98">τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,</l><l n="99">νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.</l><l n="100">αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους</l><l n="101">σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,</l><l n="102">μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.</l><l n="103">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="104">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="105"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·</l><l n="106">Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων</l><l n="107">ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν</l><l n="108">οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,</l><l n="109">ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,</l><l n="110">πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν</l><l n="111">οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.</l><l n="112">τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,</l><l n="113">ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα</l><l n="114">ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος</l><l n="115">παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.</l><milestone n="116" unit="card" ed="p"/><l n="116"><milestone unit="para" ed="P"/>νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος
                     τετάνυσται,</l><l n="117">γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,</l><l n="118">ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>