<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.542-10.221</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.542-10.221</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="542">τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.</l><l n="543"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ
                     ἄλλαι</l><l n="544">νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι</l><l n="545">ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,</l><l n="546">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,</l><l n="547">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="548">μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="549">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="550">ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι</l><l n="551">μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ</l><l n="552">Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,</l><l n="553">ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,</l><l n="554">ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι</l><l n="555">νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.</l><l n="556"><milestone unit="para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="557">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="558">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="559">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="560">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="561">δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="562">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="563">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="564">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="565"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="566">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l></q></div><div n="10" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν</l><l n="2">Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,</l><l n="3">πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος</l><l n="4">χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.</l><l n="5">τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,</l><l n="6">ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·</l><l n="7">ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.</l><l n="8">οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ</l><l n="9">δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,</l><l n="10">κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ</l><l n="11">ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν</l><l n="12">εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.</l><l n="13">καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.</l><l n="14">μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,</l><l n="15">Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·</l><l n="16">καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.</l><l n="17">ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον</l><l n="18">πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.</l><l n="19">δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,</l><l n="20">ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·</l><l n="21">κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,</l><l n="22">ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.</l><l n="23">νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ</l><l n="24">ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·</l><l n="25">αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,</l><l n="26">ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="27">ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.</l><l n="28"><milestone unit="para" ed="P"/>ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,</l><l n="29">τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,</l><l n="30">καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·</l><l n="31">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="32">αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ</l><l n="33">δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·</l><l n="34">οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="35">καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι</l><l n="36">δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.</l><l n="37">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="38"><milestone unit="para" ed="P"/>ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός
                        ἐστιν</l><l n="39">ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.</l><l n="40">πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ</l><l n="41">ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες</l><l n="42">οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·</l><l n="43">καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι</l><l n="44">Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,</l><l n="45">ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·</l><l n="47">ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.</l><l n="48">τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα</l><l n="49">κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε</l><l n="50">ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,</l><l n="51">ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,</l><l n="52">ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.</l><l n="53">ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ</l><l n="54">κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ</l><l n="55">αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.</l><l n="56"><milestone unit="para" ed="P"/>ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ
                     ὕδωρ,</l><l n="57">αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.</l><l n="58">αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,</l><l n="59">δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον</l><l n="60">βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον</l><l n="61">δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.</l><l n="62">ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ</l><l n="63">ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·</l><q type="unspecified"><l n="64"><milestone unit="para" ed="P"/>πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε
                        δαίμων;</l><l n="65">ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο</l><l n="66">πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.</l></q><l n="67"><milestone unit="para" ed="P"/>ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος
                     κῆρ·</l><q type="unspecified"><l n="68">ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος</l><l n="69">σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.</l></q><l n="70"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,</l><l n="71">οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="72"><milestone unit="para" ed="P"/>ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·</l><l n="73">οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν</l><l n="74">ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·</l><l n="75">ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.</l></q><l n="76"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.</l><l n="77">ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.</l><l n="78">τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς</l><l n="79">ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.</l><l n="80">ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,</l><l n="81">ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,</l><l n="82">Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν</l><l n="83">ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.</l><l n="84">ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,</l><l n="85">τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·</l><l n="86">ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.</l><milestone n="87" unit="card" ed="p"/><l n="87">ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη</l><l n="88">ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,</l><l n="89">ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν</l><l n="90">ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,</l><l n="91">ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.</l><l n="92">αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο</l><l n="93">πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,</l><l n="94">οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·</l><l n="95">αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,</l><l n="96">αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·</l><l n="97">ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.</l><l n="98">ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,</l><l n="99">καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.</l><l n="100">δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,</l><l n="101">οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,</l><l n="102">ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.</l><l n="103">οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι</l><l n="104">ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,</l><l n="105">κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,</l><l n="106">θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.</l><l n="107">ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον</l><l n="108">Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·</l><l n="109">οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο</l><l n="110">ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·</l><l n="111">ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.</l><l n="112">οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα</l><l n="113">εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.</l><l n="114">ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,</l><l n="115">ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.</l><l n="116">αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·</l><l n="117">τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.</l><l n="118">αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες</l><l n="119">φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,</l><l n="120">μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.</l><l n="121">οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν</l><l n="122">βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει</l><l n="123">ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·</l><l n="124">ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.</l><l n="125">ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,</l><l n="126">τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="127">τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.</l><l n="128">αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="129">ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·</l><l n="130">οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.</l><l n="131">ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας</l><l n="132">νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.</l><milestone n="133" unit="card" ed="p"/><l n="133"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="134">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l><l n="135">Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε</l><l n="136">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,</l><l n="137">αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·</l><l n="138">ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο</l><l n="139">μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.</l><l n="140">ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ</l><l n="141">ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.</l><l n="142">ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας</l><l n="143">κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="144">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="145">καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ</l><l n="146">καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,</l><l n="147">εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.</l><l n="148">ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,</l><l n="149">καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,</l><l n="150">Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.</l><l n="151">μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="152">ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.</l><l n="153">ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="154">πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης</l><l n="155">δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.</l><l n="156">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,</l><l n="157">καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,</l><l n="158">ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν</l><l n="159">ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης</l><l n="160">πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.</l><l n="161">τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα</l><l n="162">πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,</l><l n="163">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><l n="164">τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς</l><l n="165">εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ</l><l n="166">εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,</l><l n="167">πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν</l><l n="168">πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,</l><l n="169">βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν</l><l n="170">ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου</l><l n="171">χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.</l><l n="172">κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους</l><l n="173">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="174"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί
                        περ</l><l n="175">εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·</l><l n="176">ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,</l><l n="177">μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.</l></q><milestone n="178" unit="card" ed="p"/><l n="178"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,</l><l n="179">ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο</l><l n="180">θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.</l><l n="181">αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,</l><l n="182">χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.</l><l n="183">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="184">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="185">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="186">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="187">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="188">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·</l><q type="unspecified"><l n="189"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες
                        ἑταῖροι·</l><l n="190">ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,</l><l n="191">οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,</l><l n="192">οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον</l><l n="193">εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.</l><l n="194">εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν</l><l n="195">νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·</l><l n="196">αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ</l><l n="197">ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.</l></q><l n="198"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ</l><l n="199">μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο</l><l n="200">Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.</l><l n="201">κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·</l><l n="202">ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.</l><l n="203"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους</l><l n="204">ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·</l><l n="205">τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.</l><l n="206">κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·</l><l n="207">ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.</l><milestone n="208" unit="card" ed="p"/><l n="208">βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι</l><l n="209">κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.</l><l n="210">εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης</l><l n="211">ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·</l><l n="212">ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,</l><l n="213">τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.</l><l n="214">οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε</l><l n="215">οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.</l><l n="216">ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα</l><l n="217">σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,</l><l n="218">ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες</l><l n="219">σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.</l><l n="220">ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,</l><l n="221">Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>