<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.539-9.556</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.539-9.556</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="539">κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο</l><l n="540">τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.</l><l n="541">ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·</l><l n="542">τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.</l><l n="543"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ
                     ἄλλαι</l><l n="544">νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι</l><l n="545">ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,</l><l n="546">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,</l><l n="547">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="548">μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="549">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="550">ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι</l><l n="551">μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ</l><l n="552">Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,</l><l n="553">ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,</l><l n="554">ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι</l><l n="555">νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.</l><l n="556"><milestone unit="para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>