<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.507-10.4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.507-10.4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="507">ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.</l><l n="508">ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,</l><l n="509">Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο</l><l n="510">καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·</l><l n="511">ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,</l><l n="512">χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.</l><l n="513">ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην</l><l n="514">ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·</l><l n="515">νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς</l><l n="516">ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.</l><l n="517">ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω</l><l n="518">πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·</l><l n="519">τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.</l><l n="520">αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος</l><l n="521">οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.</l></q><l n="522"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="523">αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην</l><l n="524">εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,</l><l n="525">ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.</l></q><l n="526"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι</l><l n="527">εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·</l><q type="unspecified"><l n="528">κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,</l><l n="529">εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,</l><l n="530">δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι</l><l n="531">υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.</l><l n="532">ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="533">οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,</l><l n="534">ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,</l><l n="535">νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.</l></q><milestone n="536" unit="card" ed="p"/><l n="536"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε
                     κυανοχαίτης.</l><l n="537">αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας</l><l n="538">ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,</l><l n="539">κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο</l><l n="540">τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.</l><l n="541">ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·</l><l n="542">τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.</l><l n="543"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ
                     ἄλλαι</l><l n="544">νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι</l><l n="545">ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,</l><l n="546">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,</l><l n="547">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="548">μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="549">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="550">ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι</l><l n="551">μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ</l><l n="552">Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,</l><l n="553">ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,</l><l n="554">ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι</l><l n="555">νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.</l><l n="556"><milestone unit="para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="557">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="558">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="559">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="560">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="561">δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="562">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="563">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="564">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="565"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="566">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l></q></div><div n="10" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν</l><l n="2">Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,</l><l n="3">πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος</l><l n="4">χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>