<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.461-9.482</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.461-9.482</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="461"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.</l><l n="462">ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς</l><l n="463">πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.</l><l n="464">καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,</l><l n="465">πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα</l><l n="466">ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,</l><l n="467">οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.</l><l n="468">ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,</l><l n="469">κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα</l><l n="470">πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.</l><l n="471">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="472">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="473">ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,</l><l n="474">καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·</l><q type="unspecified"><l n="475"><milestone unit="para" ed="P"/>Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς
                        ἑταίρους</l><l n="476">ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.</l><l n="477">καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,</l><l n="478">σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ</l><l n="479">ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.</l></q><l n="480"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι
                     μᾶλλον,</l><l n="481">ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,</l><l n="482">κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>