<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.435-9.456</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.435-9.456</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="435">νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.</l><l n="436">ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="437"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="438">καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,</l><l n="439">θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·</l><l n="440">οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι</l><l n="441">τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα</l><l n="442">ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,</l><l n="443">ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.</l><l n="444">ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε</l><l n="445">λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.</l><l n="446">τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·</l><q type="unspecified"><l n="447"><milestone unit="para" ed="P"/>κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο
                        μήλων</l><l n="448">ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,</l><l n="449">ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης</l><l n="450">μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,</l><l n="451">πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι</l><l n="452">ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος</l><l n="453">ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε</l><l n="454">σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,</l><l n="455">Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.</l><l n="456">εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>