<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.424-10.37</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.424-10.37</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="424">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.</l><l n="425">ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,</l><l n="426">καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·</l><l n="427">τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,</l><l n="428">τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,</l><l n="429">σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,</l><l n="430">τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.</l><l n="431">τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—</l><l n="432">ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,</l><l n="433">τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς</l><l n="434">κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο</l><l n="435">νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.</l><l n="436">ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="437"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="438">καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,</l><l n="439">θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·</l><l n="440">οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι</l><l n="441">τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα</l><l n="442">ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,</l><l n="443">ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.</l><l n="444">ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε</l><l n="445">λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.</l><l n="446">τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·</l><q type="unspecified"><l n="447"><milestone unit="para" ed="P"/>κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο
                        μήλων</l><l n="448">ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,</l><l n="449">ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης</l><l n="450">μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,</l><l n="451">πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι</l><l n="452">ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος</l><l n="453">ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε</l><l n="454">σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,</l><l n="455">Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.</l><l n="456">εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο</l><l n="457">εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·</l><l n="458">τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ</l><l n="459">θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ</l><l n="460">λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.</l></q><milestone n="461" unit="card" ed="p"/><l n="461"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.</l><l n="462">ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς</l><l n="463">πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.</l><l n="464">καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,</l><l n="465">πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα</l><l n="466">ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,</l><l n="467">οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.</l><l n="468">ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,</l><l n="469">κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα</l><l n="470">πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.</l><l n="471">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="472">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="473">ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,</l><l n="474">καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·</l><q type="unspecified"><l n="475"><milestone unit="para" ed="P"/>Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς
                        ἑταίρους</l><l n="476">ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.</l><l n="477">καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,</l><l n="478">σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ</l><l n="479">ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.</l></q><l n="480"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι
                     μᾶλλον,</l><l n="481">ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,</l><l n="482">κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο</l><l n="483">τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,</l><l n="484">ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·</l><l n="485">τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,</l><l n="486">πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.</l><l n="487">αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν</l><l n="488">ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα</l><l n="489">ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,</l><l n="490">κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.</l><l n="491">ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,</l><l n="492">καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι</l><l n="493">μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·</l><q type="unspecified"><l n="494"><milestone unit="para" ed="P"/>σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον
                        ἄνδρα;</l><l n="495">ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα</l><l n="496">αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.</l><l n="497">εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,</l><l n="498">σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα</l><l n="499">μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.</l></q><milestone n="500" unit="card" ed="p"/><l n="500"><milestone unit="para" ed="P"/>ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα
                     θυμόν,</l><l n="501">ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·</l><q type="unspecified"><l n="502"><milestone unit="para" ed="P"/>Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων</l><l n="503">ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,</l><l n="504">φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,</l><l n="505">υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.</l></q><l n="506"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="507">ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.</l><l n="508">ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,</l><l n="509">Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο</l><l n="510">καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·</l><l n="511">ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,</l><l n="512">χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.</l><l n="513">ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην</l><l n="514">ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·</l><l n="515">νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς</l><l n="516">ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.</l><l n="517">ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω</l><l n="518">πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·</l><l n="519">τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.</l><l n="520">αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος</l><l n="521">οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.</l></q><l n="522"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="523">αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην</l><l n="524">εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,</l><l n="525">ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.</l></q><l n="526"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι</l><l n="527">εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·</l><q type="unspecified"><l n="528">κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,</l><l n="529">εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,</l><l n="530">δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι</l><l n="531">υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.</l><l n="532">ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="533">οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,</l><l n="534">ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,</l><l n="535">νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.</l></q><milestone n="536" unit="card" ed="p"/><l n="536"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε
                     κυανοχαίτης.</l><l n="537">αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας</l><l n="538">ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,</l><l n="539">κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο</l><l n="540">τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.</l><l n="541">ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·</l><l n="542">τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.</l><l n="543"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ
                     ἄλλαι</l><l n="544">νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι</l><l n="545">ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,</l><l n="546">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,</l><l n="547">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="548">μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="549">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="550">ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι</l><l n="551">μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ</l><l n="552">Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,</l><l n="553">ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,</l><l n="554">ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι</l><l n="555">νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.</l><l n="556"><milestone unit="para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="557">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="558">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="559">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="560">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="561">δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="562">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="563">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="564">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="565"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="566">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l></q></div><div n="10" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν</l><l n="2">Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,</l><l n="3">πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος</l><l n="4">χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.</l><l n="5">τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,</l><l n="6">ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·</l><l n="7">ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.</l><l n="8">οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ</l><l n="9">δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,</l><l n="10">κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ</l><l n="11">ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν</l><l n="12">εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.</l><l n="13">καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.</l><l n="14">μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,</l><l n="15">Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·</l><l n="16">καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.</l><l n="17">ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον</l><l n="18">πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.</l><l n="19">δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,</l><l n="20">ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·</l><l n="21">κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,</l><l n="22">ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.</l><l n="23">νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ</l><l n="24">ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·</l><l n="25">αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,</l><l n="26">ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="27">ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.</l><l n="28"><milestone unit="para" ed="P"/>ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,</l><l n="29">τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,</l><l n="30">καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·</l><l n="31">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="32">αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ</l><l n="33">δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·</l><l n="34">οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="35">καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι</l><l n="36">δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.</l><l n="37">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>