<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.416-9.433</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.416-9.433</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="416">χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,</l><l n="417">αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,</l><l n="418">εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·</l><l n="419">οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.</l><l n="420">αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,</l><l n="421">εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ</l><l n="422">εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον</l><l n="423">ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.</l><l n="424">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.</l><l n="425">ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,</l><l n="426">καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·</l><l n="427">τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,</l><l n="428">τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,</l><l n="429">σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,</l><l n="430">τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.</l><l n="431">τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—</l><l n="432">ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,</l><l n="433">τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>