<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.410-9.541</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.410-9.541</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="410">εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,</l><l n="411">νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,</l><l n="412">ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.</l></q><l n="413"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον
                     κῆρ,</l><l n="414">ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.</l><l n="415">Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι</l><l n="416">χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,</l><l n="417">αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,</l><l n="418">εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·</l><l n="419">οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.</l><l n="420">αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,</l><l n="421">εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ</l><l n="422">εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον</l><l n="423">ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.</l><l n="424">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.</l><l n="425">ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,</l><l n="426">καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·</l><l n="427">τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,</l><l n="428">τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,</l><l n="429">σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,</l><l n="430">τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.</l><l n="431">τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—</l><l n="432">ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,</l><l n="433">τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς</l><l n="434">κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο</l><l n="435">νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.</l><l n="436">ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="437"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="438">καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,</l><l n="439">θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·</l><l n="440">οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι</l><l n="441">τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα</l><l n="442">ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,</l><l n="443">ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.</l><l n="444">ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε</l><l n="445">λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.</l><l n="446">τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·</l><q type="unspecified"><l n="447"><milestone unit="para" ed="P"/>κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο
                        μήλων</l><l n="448">ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,</l><l n="449">ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης</l><l n="450">μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,</l><l n="451">πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι</l><l n="452">ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος</l><l n="453">ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε</l><l n="454">σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,</l><l n="455">Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.</l><l n="456">εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο</l><l n="457">εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·</l><l n="458">τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ</l><l n="459">θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ</l><l n="460">λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.</l></q><milestone n="461" unit="card" ed="p"/><l n="461"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.</l><l n="462">ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς</l><l n="463">πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.</l><l n="464">καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,</l><l n="465">πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα</l><l n="466">ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,</l><l n="467">οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.</l><l n="468">ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,</l><l n="469">κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα</l><l n="470">πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.</l><l n="471">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="472">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="473">ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,</l><l n="474">καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·</l><q type="unspecified"><l n="475"><milestone unit="para" ed="P"/>Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς
                        ἑταίρους</l><l n="476">ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.</l><l n="477">καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,</l><l n="478">σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ</l><l n="479">ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.</l></q><l n="480"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι
                     μᾶλλον,</l><l n="481">ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,</l><l n="482">κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο</l><l n="483">τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,</l><l n="541">ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>