<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.377-9.394</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.377-9.394</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="377">θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.</l><l n="378">ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν</l><l n="379">ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,</l><l n="380">καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι</l><l n="381">ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.</l><l n="382">οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,</l><l n="383">ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς</l><l n="384">δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ</l><l n="385">τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι</l><l n="386">ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.</l><l n="387">ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες</l><l n="388">δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.</l><l n="389">πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ</l><l n="390">γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.</l><l n="391">ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον</l><l n="392">εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα</l><l n="393">φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν</l><l n="394">ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>