<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.374-9.422</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.374-9.422</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="374">ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.</l><l n="375">καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,</l><l n="376">ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους</l><l n="377">θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.</l><l n="378">ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν</l><l n="379">ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,</l><l n="380">καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι</l><l n="381">ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.</l><l n="382">οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,</l><l n="383">ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς</l><l n="384">δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ</l><l n="385">τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι</l><l n="386">ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.</l><l n="387">ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες</l><l n="388">δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.</l><l n="389">πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ</l><l n="390">γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.</l><l n="391">ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον</l><l n="392">εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα</l><l n="393">φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν</l><l n="394">ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.</l><l n="395">σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,</l><l n="396">ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν</l><l n="397">ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.</l><l n="398">τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,</l><l n="399">αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς</l><l n="400">ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.</l><l n="401">οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,</l><l n="402">ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·</l><q type="unspecified"><l n="403"><milestone unit="para" ed="P"/>τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ
                        ἐβόησας</l><l n="404">νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;</l><l n="405">ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;</l><l n="406">ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;</l></q><l n="407"><milestone unit="para" ed="P"/>τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς
                     Πολύφημος·</l><q type="unspecified"><l n="408">ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.</l></q><milestone n="409" unit="card" ed="p"/><l n="409"><milestone unit="para" ed="P"/>οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·</l><q type="unspecified"><l n="410">εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,</l><l n="411">νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,</l><l n="412">ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.</l></q><l n="413"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον
                     κῆρ,</l><l n="414">ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.</l><l n="415">Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι</l><l n="416">χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,</l><l n="417">αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,</l><l n="418">εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·</l><l n="419">οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.</l><l n="420">αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,</l><l n="421">εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ</l><l n="422">εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>