<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.368-9.385</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.368-9.385</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="368"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·</l><q type="unspecified"><l n="369">Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,</l><l n="370">τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.</l></q><l n="371"><milestone unit="para" ed="P"/>ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα</l><l n="372">κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος</l><l n="373">ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος</l><l n="374">ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.</l><l n="375">καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,</l><l n="376">ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους</l><l n="377">θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.</l><l n="378">ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν</l><l n="379">ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,</l><l n="380">καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι</l><l n="381">ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.</l><l n="382">οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,</l><l n="383">ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς</l><l n="384">δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ</l><l n="385">τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>