<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.324-9.406</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.324-9.406</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="324">τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.</l><l n="325">τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς</l><l n="326">καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·</l><l n="327">οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς</l><l n="328">ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.</l><l n="329">καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,</l><l n="330">ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·</l><l n="331">αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,</l><l n="332">ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας</l><l n="333">τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.</l><l n="334">οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,</l><l n="335">τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.</l><l n="336">ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.</l><l n="337">αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="338">πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,</l><l n="339">ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.</l><l n="340">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l><l n="341">ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,</l><l n="342">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="343">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="344">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.</l><l n="345">καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,</l><l n="346">κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·</l><q type="unspecified"><l n="347"><milestone unit="para" ed="P"/>Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα
                        κρέα,</l><l n="348">ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει</l><l n="349">ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας</l><l n="350">οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.</l><l n="351">σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο</l><l n="352">ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;</l></q><l n="353"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ
                     αἰνῶς</l><l n="354">ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·</l><q type="unspecified"><l n="355"><milestone unit="para" ed="P"/>δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα
                        εἰπὲ</l><l n="356">αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·</l><l n="357">καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα</l><l n="358">οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·</l><l n="359">ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.</l></q><milestone n="360" unit="card" ed="p"/><l n="360"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα
                     οἶνον.</l><l n="361">τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.</l><l n="362">αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,</l><l n="363">καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·</l><q type="unspecified"><l n="364"><milestone unit="para" ed="P"/>Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ
                        τοι</l><l n="365">ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.</l><l n="366">Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι</l><l n="367">μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.</l></q><l n="368"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·</l><q type="unspecified"><l n="369">Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,</l><l n="370">τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.</l></q><l n="371"><milestone unit="para" ed="P"/>ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα</l><l n="372">κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος</l><l n="373">ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος</l><l n="374">ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.</l><l n="375">καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,</l><l n="376">ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους</l><l n="377">θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.</l><l n="378">ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν</l><l n="379">ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,</l><l n="380">καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι</l><l n="381">ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.</l><l n="382">οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,</l><l n="383">ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς</l><l n="384">δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ</l><l n="385">τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι</l><l n="386">ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.</l><l n="387">ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες</l><l n="388">δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.</l><l n="389">πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ</l><l n="390">γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.</l><l n="391">ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον</l><l n="392">εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα</l><l n="393">φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν</l><l n="394">ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.</l><l n="395">σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,</l><l n="396">ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν</l><l n="397">ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.</l><l n="398">τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,</l><l n="399">αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς</l><l n="400">ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.</l><l n="401">οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,</l><l n="402">ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·</l><q type="unspecified"><l n="403"><milestone unit="para" ed="P"/>τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ
                        ἐβόησας</l><l n="404">νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;</l><l n="405">ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;</l><l n="406">ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>