<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.301-9.369</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.301-9.369</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="301">οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,</l><l n="302">χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.</l><l n="303">αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·</l><l n="304">οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων</l><l n="305">χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.</l><l n="306">ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="307"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="308">καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,</l><l n="309">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="310">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="311">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.</l><l n="312">δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,</l><l n="313">ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα</l><l n="314">ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.</l><l n="315">πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα</l><l n="316">Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,</l><l n="317">εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.</l><milestone n="318" unit="card" ed="p"/><l n="318"><milestone unit="para" ed="P"/>ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.</l><l n="319">Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,</l><l n="320">χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη</l><l n="321">αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες</l><l n="322">ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,</l><l n="323">φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·</l><l n="324">τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.</l><l n="325">τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς</l><l n="326">καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·</l><l n="327">οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς</l><l n="328">ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.</l><l n="329">καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,</l><l n="330">ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·</l><l n="331">αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,</l><l n="332">ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας</l><l n="333">τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.</l><l n="334">οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,</l><l n="335">τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.</l><l n="336">ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.</l><l n="337">αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="338">πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,</l><l n="339">ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.</l><l n="340">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l><l n="341">ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,</l><l n="342">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="343">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="344">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.</l><l n="345">καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,</l><l n="346">κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·</l><q type="unspecified"><l n="347"><milestone unit="para" ed="P"/>Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα
                        κρέα,</l><l n="348">ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει</l><l n="349">ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας</l><l n="350">οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.</l><l n="351">σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο</l><l n="352">ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;</l></q><l n="353"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ
                     αἰνῶς</l><l n="354">ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·</l><q type="unspecified"><l n="355"><milestone unit="para" ed="P"/>δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα
                        εἰπὲ</l><l n="356">αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·</l><l n="357">καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα</l><l n="358">οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·</l><l n="359">ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.</l></q><milestone n="360" unit="card" ed="p"/><l n="360"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα
                     οἶνον.</l><l n="361">τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.</l><l n="362">αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,</l><l n="363">καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·</l><q type="unspecified"><l n="364"><milestone unit="para" ed="P"/>Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ
                        τοι</l><l n="365">ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.</l><l n="366">Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι</l><l n="367">μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.</l></q><l n="368"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·</l><q type="unspecified"><l n="369">Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>