<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.296-9.313</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.296-9.313</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="296">αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν</l><l n="297">ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,</l><l n="298">κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.</l><l n="299">τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν</l><l n="300">ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,</l><l n="301">οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,</l><l n="302">χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.</l><l n="303">αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·</l><l n="304">οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων</l><l n="305">χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.</l><l n="306">ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="307"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="308">καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,</l><l n="309">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="310">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="311">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.</l><l n="312">δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,</l><l n="313">ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>