<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.262-9.360</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.262-9.360</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="262">ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.</l><l n="263">λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,</l><l n="264">τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·</l><l n="265">τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς</l><l n="266">πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα</l><l n="267">ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως</l><l n="268">δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.</l><l n="269">ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,</l><l n="270">Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,</l><l n="271">ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="272"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·</l><q type="unspecified"><l n="273">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="274">ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·</l><l n="275">οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν</l><l n="276">οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="277">οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην</l><l n="278">οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.</l><l n="279">ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,</l><l n="280">ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.</l></q><milestone n="281" unit="card" ed="p"/><l n="281"><milestone unit="para" ed="P"/>ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα
                     πολλά,</l><l n="282">ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·</l><q type="unspecified"><l n="283"><milestone unit="para" ed="P"/> νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων</l><l n="284">πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,</l><l n="285">ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·</l><l n="286">αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.</l></q><l n="287"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι
                     θυμῷ,</l><l n="288">ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,</l><l n="289">σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ</l><l n="290">κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="291">τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·</l><l n="292">ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,</l><l n="293">ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.</l><l n="294">ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,</l><l n="295">σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.</l><l n="296">αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν</l><l n="297">ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,</l><l n="298">κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.</l><l n="299">τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν</l><l n="300">ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,</l><l n="301">οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,</l><l n="302">χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.</l><l n="303">αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·</l><l n="304">οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων</l><l n="305">χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.</l><l n="306">ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="307"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="308">καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,</l><l n="309">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="310">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="311">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.</l><l n="312">δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,</l><l n="313">ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα</l><l n="314">ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.</l><l n="315">πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα</l><l n="316">Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,</l><l n="317">εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.</l><milestone n="318" unit="card" ed="p"/><l n="318"><milestone unit="para" ed="P"/>ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.</l><l n="319">Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,</l><l n="320">χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη</l><l n="321">αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες</l><l n="322">ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,</l><l n="323">φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·</l><l n="324">τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.</l><l n="325">τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς</l><l n="326">καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·</l><l n="327">οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς</l><l n="328">ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.</l><l n="329">καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,</l><l n="330">ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·</l><l n="331">αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,</l><l n="332">ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας</l><l n="333">τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.</l><l n="334">οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,</l><l n="335">τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.</l><l n="336">ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.</l><l n="337">αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="338">πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,</l><l n="339">ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.</l><l n="340">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l><l n="341">ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,</l><l n="342">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="343">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="344">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.</l><l n="345">καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,</l><l n="346">κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·</l><q type="unspecified"><l n="347"><milestone unit="para" ed="P"/>Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα
                        κρέα,</l><l n="348">ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει</l><l n="349">ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας</l><l n="350">οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.</l><l n="351">σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο</l><l n="352">ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;</l></q><l n="353"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ
                     αἰνῶς</l><l n="354">ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·</l><q type="unspecified"><l n="355"><milestone unit="para" ed="P"/>δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα
                        εἰπὲ</l><l n="356">αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·</l><l n="357">καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα</l><l n="358">οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·</l><l n="359">ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.</l></q><milestone n="360" unit="card" ed="p"/><l n="360"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα
                     οἶνον.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>