<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.260-9.277</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.260-9.277</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="260">παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,</l><l n="261">οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα</l><l n="262">ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.</l><l n="263">λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,</l><l n="264">τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·</l><l n="265">τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς</l><l n="266">πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα</l><l n="267">ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως</l><l n="268">δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.</l><l n="269">ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,</l><l n="270">Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,</l><l n="271">ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="272"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·</l><q type="unspecified"><l n="273">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="274">ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·</l><l n="275">οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν</l><l n="276">οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="277">οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>