<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.26-9.43</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.26-9.43</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="26">πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="27">τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε</l><l n="28">ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.</l><l n="29">ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,</l><l n="30">ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·</l><l n="31">ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν</l><l n="32">Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·</l><l n="33">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.</l><l n="34">ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων</l><l n="35">γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον</l><l n="36">γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.</l><l n="37">εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,</l><l n="38">ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.</l><l n="39"><milestone unit="para" ed="P"/>Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,</l><l n="40">Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·</l><l n="41">ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες</l><l n="42">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="43">ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>