<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.222-9.280</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.222-9.280</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="222">χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,</l><l n="223">γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.</l><l n="224">ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν</l><l n="225">τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα</l><l n="226">καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας</l><l n="227">σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·</l><l n="228">ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,</l><l n="229">ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.</l><l n="230">οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.</l><milestone n="231" unit="card" ed="p"/><l n="231"><milestone unit="para" ed="P"/>ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ</l><l n="232">τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον</l><l n="233">ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος</l><l n="234">ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,</l><l n="235">ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·</l><l n="236">ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.</l><l n="237">αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="238">πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,</l><l n="239">ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.</l><l n="240">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l><l n="241">ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι</l><l n="242">ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·</l><l n="243">τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.</l><l n="244">ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,</l><l n="245">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="246">αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος</l><l n="247">πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,</l><l n="248">ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη</l><l n="249">πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.</l><l n="250">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="251">καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·</l><q type="unspecified"><l n="252"><milestone unit="para" ed="P"/> ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ
                        κέλευθα;</l><l n="253">ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,</l><l n="254">οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται</l><l n="255">ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;</l></q><l n="256"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον
                     ἦτορ,</l><l n="257">δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.</l><l n="258">ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="259"><milestone unit="para" ed="P"/> ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ</l><l n="260">παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,</l><l n="261">οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα</l><l n="262">ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.</l><l n="263">λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,</l><l n="264">τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·</l><l n="265">τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς</l><l n="266">πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα</l><l n="267">ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως</l><l n="268">δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.</l><l n="269">ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,</l><l n="270">Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,</l><l n="271">ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="272"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·</l><q type="unspecified"><l n="273">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="274">ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·</l><l n="275">οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν</l><l n="276">οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="277">οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην</l><l n="278">οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.</l><l n="279">ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,</l><l n="280">ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>