<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.20-9.131</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.20-9.131</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="20">ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.</l><l n="21">ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ</l><l n="22">Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι</l><l n="23">πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,</l><l n="24">Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.</l><l n="25">αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται</l><l n="26">πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="27">τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε</l><l n="28">ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.</l><l n="29">ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,</l><l n="30">ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·</l><l n="31">ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν</l><l n="32">Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·</l><l n="33">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.</l><l n="34">ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων</l><l n="35">γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον</l><l n="36">γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.</l><l n="37">εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,</l><l n="38">ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.</l><l n="39"><milestone unit="para" ed="P"/>Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,</l><l n="40">Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·</l><l n="41">ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες</l><l n="42">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="43">ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας</l><l n="44">ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.</l><l n="45">ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα</l><l n="46">ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·</l><milestone n="47" unit="card" ed="p"/><l n="47">τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,</l><l n="48">οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,</l><l n="49">ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων</l><l n="50">ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.</l><l n="51">ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,</l><l n="52">ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη</l><l n="53">ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.</l><l n="54">στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,</l><l n="55">βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.</l><l n="56">ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><l n="57">τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.</l><l n="58">ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,</l><l n="59">καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.</l><l n="60">ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι</l><l n="61">ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.</l><l n="62"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="63">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l><l n="64">οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,</l><l n="65">πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,</l><l n="66">οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.</l><l n="67">νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς</l><l n="68">λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="69">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="70">αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν</l><l n="71">τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.</l><l n="72">καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,</l><l n="73">αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.</l><l n="74">ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ</l><l n="75">κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="76">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="77">ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες</l><l n="78">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l><l n="79">καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·</l><l n="80">ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν</l><l n="81">καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.</l><milestone n="82" unit="card" ed="p"/><l n="82"><milestone unit="para" ed="P"/>ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν</l><l n="83">πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν</l><l n="84">γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.</l><l n="85">ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,</l><l n="86">αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.</l><l n="87">αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,</l><l n="88">δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,</l><l n="89">οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες</l><l n="90">ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.</l><l n="91">οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·</l><l n="92">οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον</l><l n="93">ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.</l><l n="94">τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,</l><l n="95">οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,</l><l n="96">ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι</l><l n="97">λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.</l><l n="98">τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,</l><l n="99">νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.</l><l n="100">αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους</l><l n="101">σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,</l><l n="102">μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.</l><l n="103">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="104">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="105"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·</l><l n="106">Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων</l><l n="107">ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν</l><l n="108">οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,</l><l n="109">ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,</l><l n="110">πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν</l><l n="111">οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.</l><l n="112">τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,</l><l n="113">ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα</l><l n="114">ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος</l><l n="115">παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.</l><milestone n="116" unit="card" ed="p"/><l n="116"><milestone unit="para" ed="P"/>νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος
                     τετάνυσται,</l><l n="117">γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,</l><l n="118">ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν</l><l n="119">ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,</l><l n="120">οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην</l><l n="121">ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.</l><l n="122">οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,</l><l n="123">ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα</l><l n="124">ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.</l><l n="125">οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,</l><l n="126">οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν</l><l n="127">νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα</l><l n="128">ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ</l><l n="129">ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·</l><l n="130">οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.</l><l n="131">οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>