<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.151-9.197</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.151-9.197</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="151">ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="152"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="153">νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.</l><l n="154">ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="155">αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.</l><l n="156">αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους</l><l n="157">εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες</l><l n="158">βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.</l><l n="159">νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην</l><l n="160">ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.</l><milestone n="161" unit="card" ed="p"/><l n="161"><milestone unit="para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="162">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="163">οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,</l><l n="164">ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι</l><l n="165">ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.</l><l n="166">Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,</l><l n="167">καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.</l><l n="168">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="169">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="170">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="171">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες
                        ἑταῖροι·</l><l n="173">αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν</l><l n="174">ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,</l><l n="175">ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="176">ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.</l></q><l n="177"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους</l><l n="178">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="179">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="180">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="181">ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,</l><l n="182">ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,</l><l n="183">ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ</l><l n="184">μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ</l><l n="185">ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι</l><l n="186">μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.</l><l n="187">ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα</l><l n="188">οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους</l><l n="189">πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.</l><l n="190">καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει</l><l n="191">ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι</l><l n="192">ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.</l><milestone n="193" unit="card" ed="p"/><l n="193"><milestone unit="para" ed="P"/>δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους</l><l n="194">αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,</l><l n="195">αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους</l><l n="196">βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο</l><l n="197">ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>