<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.142-9.347</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.142-9.347</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="142">ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν</l><l n="143">νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·</l><l n="144">ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη</l><l n="145">οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.</l><l n="146">ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,</l><l n="147">οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον</l><l n="148">εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.</l><l n="149">κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,</l><l n="150">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·</l><l n="151">ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="152"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="153">νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.</l><l n="154">ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="155">αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.</l><l n="156">αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους</l><l n="157">εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες</l><l n="158">βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.</l><l n="159">νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην</l><l n="160">ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.</l><milestone n="161" unit="card" ed="p"/><l n="161"><milestone unit="para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="162">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="163">οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,</l><l n="164">ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι</l><l n="165">ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.</l><l n="166">Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,</l><l n="167">καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.</l><l n="168">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="169">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="170">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="171">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες
                        ἑταῖροι·</l><l n="173">αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν</l><l n="174">ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,</l><l n="175">ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="176">ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.</l></q><l n="177"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους</l><l n="178">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="179">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="180">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="181">ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,</l><l n="182">ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,</l><l n="183">ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ</l><l n="184">μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ</l><l n="185">ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι</l><l n="186">μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.</l><l n="187">ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα</l><l n="188">οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους</l><l n="189">πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.</l><l n="190">καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει</l><l n="191">ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι</l><l n="192">ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.</l><milestone n="193" unit="card" ed="p"/><l n="193"><milestone unit="para" ed="P"/>δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους</l><l n="194">αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,</l><l n="195">αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους</l><l n="196">βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο</l><l n="197">ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,</l><l n="198">ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,</l><l n="199">οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ</l><l n="200">ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι</l><l n="201">Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·</l><l n="202">χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,</l><l n="203">δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα</l><l n="204">οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας</l><l n="205">ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν</l><l n="206">ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,</l><l n="207">ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.</l><l n="208">τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,</l><l n="209">ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα</l><l n="210">χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει</l><l n="211">θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.</l><l n="212">τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα</l><l n="213">κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ</l><l n="214">ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,</l><l n="215">ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.</l><l n="216"><milestone unit="para" ed="P"/>καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν
                     ἔνδον</l><l n="217">εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.</l><l n="218">ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.</l><l n="219">ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ</l><l n="220">ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται</l><l n="221">ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,</l><l n="222">χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,</l><l n="223">γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.</l><l n="224">ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν</l><l n="225">τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα</l><l n="226">καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας</l><l n="227">σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·</l><l n="228">ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,</l><l n="229">ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.</l><l n="230">οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.</l><milestone n="231" unit="card" ed="p"/><l n="231"><milestone unit="para" ed="P"/>ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ</l><l n="232">τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον</l><l n="233">ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος</l><l n="234">ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,</l><l n="235">ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·</l><l n="236">ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.</l><l n="237">αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="238">πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,</l><l n="239">ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.</l><l n="240">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l><l n="241">ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι</l><l n="242">ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·</l><l n="243">τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.</l><l n="244">ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,</l><l n="245">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="246">αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος</l><l n="247">πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,</l><l n="248">ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη</l><l n="249">πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.</l><l n="250">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="251">καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·</l><q type="unspecified"><l n="252"><milestone unit="para" ed="P"/> ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ
                        κέλευθα;</l><l n="253">ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,</l><l n="254">οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται</l><l n="255">ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;</l></q><l n="256"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον
                     ἦτορ,</l><l n="257">δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.</l><l n="258">ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="259"><milestone unit="para" ed="P"/> ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ</l><l n="260">παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,</l><l n="261">οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα</l><l n="262">ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.</l><l n="263">λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,</l><l n="264">τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·</l><l n="265">τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς</l><l n="266">πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα</l><l n="267">ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως</l><l n="268">δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.</l><l n="269">ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,</l><l n="270">Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,</l><l n="271">ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="272"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·</l><q type="unspecified"><l n="273">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="274">ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·</l><l n="275">οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν</l><l n="276">οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="277">οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην</l><l n="278">οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.</l><l n="279">ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,</l><l n="280">ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.</l></q><milestone n="281" unit="card" ed="p"/><l n="281"><milestone unit="para" ed="P"/>ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα
                     πολλά,</l><l n="282">ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·</l><q type="unspecified"><l n="283"><milestone unit="para" ed="P"/> νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων</l><l n="284">πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,</l><l n="285">ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·</l><l n="286">αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.</l></q><l n="287"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι
                     θυμῷ,</l><l n="288">ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,</l><l n="289">σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ</l><l n="290">κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="291">τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·</l><l n="292">ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,</l><l n="293">ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.</l><l n="294">ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,</l><l n="295">σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.</l><l n="296">αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν</l><l n="297">ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,</l><l n="298">κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.</l><l n="299">τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν</l><l n="300">ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,</l><l n="301">οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,</l><l n="302">χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.</l><l n="303">αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·</l><l n="304">οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων</l><l n="305">χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.</l><l n="306">ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="307"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="308">καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,</l><l n="309">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="310">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="311">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.</l><l n="312">δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,</l><l n="313">ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα</l><l n="314">ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.</l><l n="315">πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα</l><l n="316">Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,</l><l n="317">εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.</l><milestone n="318" unit="card" ed="p"/><l n="318"><milestone unit="para" ed="P"/>ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.</l><l n="319">Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,</l><l n="320">χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη</l><l n="321">αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες</l><l n="322">ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,</l><l n="323">φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·</l><l n="324">τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.</l><l n="325">τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς</l><l n="326">καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·</l><l n="327">οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς</l><l n="328">ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.</l><l n="329">καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,</l><l n="330">ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·</l><l n="331">αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,</l><l n="332">ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας</l><l n="333">τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.</l><l n="334">οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,</l><l n="335">τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.</l><l n="336">ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.</l><l n="337">αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="338">πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,</l><l n="339">ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.</l><l n="340">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l><l n="341">ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,</l><l n="342">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="343">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="344">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.</l><l n="345">καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,</l><l n="346">κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·</l><q type="unspecified"><l n="347"><milestone unit="para" ed="P"/>Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα
                        κρέα,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>