<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.118-9.135</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.118-9.135</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="118">ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν</l><l n="119">ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,</l><l n="120">οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην</l><l n="121">ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.</l><l n="122">οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,</l><l n="123">ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα</l><l n="124">ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.</l><l n="125">οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,</l><l n="126">οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν</l><l n="127">νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα</l><l n="128">ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ</l><l n="129">ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·</l><l n="130">οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.</l><l n="131">οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·</l><l n="132">ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας</l><l n="133">ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.</l><l n="134">ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ</l><l n="135">εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>