<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.10-9.27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.10-9.27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="10">οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·</l><l n="11">τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.</l><l n="12">σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα</l><l n="13">εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·</l><l n="14">τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;</l><l n="15">κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.</l><l n="16">νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς</l><l n="17">εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ</l><l n="18">ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.</l><l n="19">εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν</l><l n="20">ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.</l><l n="21">ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ</l><l n="22">Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι</l><l n="23">πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,</l><l n="24">Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.</l><l n="25">αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται</l><l n="26">πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="27">τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>