<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.1-9.15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:9.1-9.15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><l n="1">τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="2">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="3">ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="4">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="5">οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι</l><l n="6">ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,</l><l n="7">δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ</l><l n="8">ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι</l><l n="9">σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων</l><l n="10">οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·</l><l n="11">τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.</l><l n="12">σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα</l><l n="13">εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·</l><l n="14">τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;</l><l n="15">κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>