<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.96-8.119</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.96-8.119</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="96">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.</l><l n="98">ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης</l><l n="99">φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·</l><l n="100">νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν</l><l n="101">πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν</l><l n="102">οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων</l><l n="103">πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.</l></q><l n="104"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.</l><l n="105">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,</l><l n="106">Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο</l><l n="107">κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι</l><l n="108">Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.</l><l n="109">βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,</l><l n="110">μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.</l><l n="111">ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,</l><l n="112">Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,</l><l n="113">Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε</l><l n="114">Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·</l><l n="115">ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,</l><l n="116">Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="117">πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.</l><l n="118">ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,</l><l n="119">Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>