<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.69-8.207</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.69-8.207</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="69">κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,</l><l n="70">πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.</l><l n="71">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="72">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="73">μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,</l><l n="74">οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,</l><l n="75">νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,</l><l n="76">ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ</l><l n="77">ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων</l><l n="78">χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.</l><l n="79">ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων</l><l n="80">Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν</l><l n="81">χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ</l><l n="82">Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.</l><milestone n="83" unit="card" ed="p"/><l n="83"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="84">πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι</l><l n="85">κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·</l><l n="86">αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.</l><l n="87">ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,</l><l n="88">δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε</l><l n="89">καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·</l><l n="90">αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν</l><l n="91">Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,</l><l n="92">ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.</l><l n="93">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="94">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν</l><l n="95">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="96">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.</l><l n="98">ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης</l><l n="99">φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·</l><l n="100">νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν</l><l n="101">πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν</l><l n="102">οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων</l><l n="103">πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.</l></q><l n="104"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.</l><l n="105">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,</l><l n="106">Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο</l><l n="107">κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι</l><l n="108">Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.</l><l n="109">βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,</l><l n="110">μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.</l><l n="111">ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,</l><l n="112">Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,</l><l n="113">Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε</l><l n="114">Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·</l><l n="115">ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,</l><l n="116">Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="117">πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.</l><l n="118">ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,</l><l n="119">Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.</l><l n="120">οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.</l><milestone n="121" unit="card" ed="p"/><l n="121">τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες</l><l n="122">καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·</l><l n="123">τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·</l><l n="124">ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,</l><l n="125">τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.</l><l n="126">οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·</l><l n="127">τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.</l><l n="128">ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·</l><l n="129">δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,</l><l n="130">πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.</l><l n="131">αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,</l><l n="132">τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·</l><q type="unspecified"><l n="133"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ
                     ἄεθλον</l><l n="134">οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,</l><l n="135">μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν</l><l n="136">αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης</l><l n="137">δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·</l><l n="138">οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης</l><l n="139">ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.</l></q><l n="140"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="141">Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.</l><l n="142">αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.</l></q><l n="143"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,</l><l n="144">στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·</l><q type="unspecified"><l n="145">δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,</l><l n="146">εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·</l><l n="147">οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,</l><l n="148">ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.</l><l n="149">ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.</l><l n="150">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη</l><l n="151">νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.</l></q><l n="152"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="153">Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;</l><l n="154">κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,</l><l n="155">ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="156">νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων</l><l n="157">ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.</l></q><l n="158"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ
                  ἄντην·</l><q type="unspecified"><l n="159">οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω</l><l n="160">ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,</l><l n="161">ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,</l><l n="162">ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,</l><l n="163">φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων</l><l n="164">κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.</l></q><milestone n="165" unit="card" ed="p"/><l n="165"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="166">ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.</l><l n="167">οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν</l><l n="168">ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.</l><l n="169">ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,</l><l n="170">ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν</l><l n="171">τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει</l><l n="172">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,</l><l n="173">ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.</l><l n="174">ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,</l><l n="175">ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,</l><l n="176">ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως</l><l n="177">οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.</l><l n="178">ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν</l><l n="179">εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,</l><l n="180">ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω</l><l n="181">ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.</l><l n="182">νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην</l><l n="183">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.</l><l n="184">ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·</l><l n="185">θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.</l></q><l n="186"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον</l><l n="187">μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ</l><l n="188">ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.</l><l n="189">τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,</l><l n="190">βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ</l><l n="191">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,</l><l n="192">λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων</l><l n="193">ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη</l><l n="194">ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα</l><l n="196">ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,</l><l n="197">ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·</l><l n="198">οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.</l></q><milestone n="199" unit="card" ed="p"/><l n="199"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="200">χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.</l><l n="201">καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·</l><q type="unspecified"><l n="202"><milestone unit="para" ed="P"/>τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον
                     ἄλλον</l><l n="203">ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.</l><l n="204">τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,</l><l n="205">δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,</l><l n="206">ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,</l><l n="207">πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>