<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.68-8.84</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.68-8.84</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="68">αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι</l><l n="69">κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,</l><l n="70">πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.</l><l n="71">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="72">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="73">μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,</l><l n="74">οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,</l><l n="75">νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,</l><l n="76">ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ</l><l n="77">ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων</l><l n="78">χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.</l><l n="79">ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων</l><l n="80">Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν</l><l n="81">χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ</l><l n="82">Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.</l><milestone n="83" unit="card" ed="p"/><l n="83"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="84">πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>