<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.6-8.108</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.6-8.108</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="6">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι</l><l n="7">πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη</l><l n="8">εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,</l><l n="9">νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,</l><l n="10">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·</l><q type="unspecified"><l n="11"><milestone unit="para" ed="P"/>δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="12">εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,</l><l n="13">ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα</l><l n="14">πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.</l></q><l n="15"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="16">καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι</l><l n="17">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες</l><l n="18">υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη</l><l n="19">θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις</l><l n="20">καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="21">ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο</l><l n="22">δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους</l><l n="23">πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.</l><l n="24">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="25">τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="27">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="28">ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,</l><l n="29">ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·</l><l n="30">πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.</l><l n="31">ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.</l><l n="32">οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,</l><l n="33">ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.</l><l n="34">ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν</l><l n="35">πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα</l><l n="36">κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.</l><l n="37">δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ</l><l n="38">ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα</l><l n="39">ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.</l><l n="40">κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι</l><l n="41">σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ</l><l n="42">ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,</l><l n="43">μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν</l><l n="44">Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν</l><l n="45">τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="47">σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.</l><l n="48">κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα</l><l n="49">βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.</l><l n="50">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="51">νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="52">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="53">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,</l><l n="54">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.</l><l n="55">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα</l><l n="56">βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.</l><l n="57">πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν</l><l n="58">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.</l><l n="59">τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,</l><l n="60">ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·</l><l n="61">τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.</l><l n="62"><milestone unit="para" ed="P"/>κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,</l><l n="63">τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·</l><l n="64">ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.</l><l n="65">τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον</l><l n="66">μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·</l><l n="67">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν</l><l n="68">αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι</l><l n="69">κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,</l><l n="70">πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.</l><l n="71">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="72">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="73">μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,</l><l n="74">οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,</l><l n="75">νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,</l><l n="76">ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ</l><l n="77">ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων</l><l n="78">χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.</l><l n="79">ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων</l><l n="80">Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν</l><l n="81">χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ</l><l n="82">Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.</l><milestone n="83" unit="card" ed="p"/><l n="83"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="84">πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι</l><l n="85">κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·</l><l n="86">αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.</l><l n="87">ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,</l><l n="88">δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε</l><l n="89">καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·</l><l n="90">αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν</l><l n="91">Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,</l><l n="92">ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.</l><l n="93">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="94">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν</l><l n="95">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="96">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.</l><l n="98">ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης</l><l n="99">φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·</l><l n="100">νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν</l><l n="101">πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν</l><l n="102">οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων</l><l n="103">πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.</l></q><l n="104"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.</l><l n="105">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,</l><l n="106">Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο</l><l n="107">κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι</l><l n="108">Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>