<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.58-8.74</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.58-8.74</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="58">ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.</l><l n="59">τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,</l><l n="60">ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·</l><l n="61">τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.</l><l n="62"><milestone unit="para" ed="P"/>κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,</l><l n="63">τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·</l><l n="64">ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.</l><l n="65">τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον</l><l n="66">μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·</l><l n="67">κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν</l><l n="68">αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι</l><l n="69">κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,</l><l n="70">πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.</l><l n="71">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="72">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="73">μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,</l><l n="74">οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>