<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.522-8.539</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.522-8.539</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="522">τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.</l><l n="523">ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,</l><l n="524">ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,</l><l n="525">ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·</l><l n="526">ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα</l><l n="527">ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε</l><l n="528">κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους</l><l n="529">εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·</l><l n="530">τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·</l><l n="531">ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.</l><l n="532">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="533">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,</l><l n="534">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="535">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="536"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="537">Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·</l><l n="538">οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.</l><l n="539">ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>