<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.517-8.580</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.517-8.580</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="517">αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο</l><l n="518">βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.</l><l n="519">κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα</l><l n="520">νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.</l><milestone n="521" unit="card" ed="p"/><l n="521"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="522">τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.</l><l n="523">ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,</l><l n="524">ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,</l><l n="525">ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·</l><l n="526">ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα</l><l n="527">ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε</l><l n="528">κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους</l><l n="529">εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·</l><l n="530">τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·</l><l n="531">ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.</l><l n="532">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="533">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,</l><l n="534">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="535">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="536"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="537">Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·</l><l n="538">οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.</l><l n="539">ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,</l><l n="540">ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο</l><l n="541">ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.</l><l n="542">ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,</l><l n="543">ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·</l><l n="544">εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,</l><l n="545">πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.</l><l n="546">ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται</l><l n="547">ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.</l><l n="548">τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν</l><l n="549">ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.</l><milestone n="550" unit="card" ed="p"/><l n="550">εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε</l><l n="551">ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.</l><l n="552">οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,</l><l n="553">οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,</l><l n="554">ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.</l><l n="555">εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,</l><l n="556">ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·</l><l n="557">οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,</l><l n="558">οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·</l><l n="559">ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,</l><l n="560">καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς</l><l n="561">ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν</l><l n="562">ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν</l><l n="563">οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.</l><l n="564">ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα</l><l n="565">Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="566">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="567">φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα</l><l n="568">ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ</l><l n="569">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="570">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν</l><l n="571">ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·</l><l n="572">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="573">ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας</l><l n="574">ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,</l><l n="575">ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="576">οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.</l><l n="577">εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ</l><l n="578">Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.</l><l n="579">τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον</l><l n="580">ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>