<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.516-9.369</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.516-9.369</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="516">ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,</l><l n="517">αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο</l><l n="518">βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.</l><l n="519">κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα</l><l n="520">νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.</l><milestone n="521" unit="card" ed="p"/><l n="521"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="522">τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.</l><l n="523">ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,</l><l n="524">ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,</l><l n="525">ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·</l><l n="526">ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα</l><l n="527">ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε</l><l n="528">κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους</l><l n="529">εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·</l><l n="530">τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·</l><l n="531">ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.</l><l n="532">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="533">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,</l><l n="534">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="535">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="536"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="537">Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·</l><l n="538">οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.</l><l n="539">ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,</l><l n="540">ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο</l><l n="541">ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.</l><l n="542">ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,</l><l n="543">ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·</l><l n="544">εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,</l><l n="545">πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.</l><l n="546">ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται</l><l n="547">ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.</l><l n="548">τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν</l><l n="549">ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.</l><milestone n="550" unit="card" ed="p"/><l n="550">εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε</l><l n="551">ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.</l><l n="552">οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,</l><l n="553">οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,</l><l n="554">ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.</l><l n="555">εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,</l><l n="556">ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·</l><l n="557">οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,</l><l n="558">οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·</l><l n="559">ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,</l><l n="560">καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς</l><l n="561">ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν</l><l n="562">ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν</l><l n="563">οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.</l><l n="564">ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα</l><l n="565">Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="566">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="567">φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα</l><l n="568">ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ</l><l n="569">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="570">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν</l><l n="571">ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·</l><l n="572">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="573">ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας</l><l n="574">ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,</l><l n="575">ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="576">οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.</l><l n="577">εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ</l><l n="578">Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.</l><l n="579">τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον</l><l n="580">ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.</l><l n="581">ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ</l><l n="582">ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα</l><l n="583">κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;</l><l n="584">ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,</l><l n="585">ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων</l><l n="586">γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.</l></q></div><div n="9" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="2">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="3">ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="4">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="5">οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι</l><l n="6">ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,</l><l n="7">δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ</l><l n="8">ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι</l><l n="9">σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων</l><l n="10">οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·</l><l n="11">τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.</l><l n="12">σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα</l><l n="13">εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·</l><l n="14">τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;</l><l n="15">κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.</l><l n="16">νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς</l><l n="17">εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ</l><l n="18">ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.</l><l n="19">εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν</l><l n="20">ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.</l><l n="21">ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ</l><l n="22">Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι</l><l n="23">πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,</l><l n="24">Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.</l><l n="25">αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται</l><l n="26">πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="27">τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε</l><l n="28">ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.</l><l n="29">ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,</l><l n="30">ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·</l><l n="31">ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν</l><l n="32">Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·</l><l n="33">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.</l><l n="34">ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων</l><l n="35">γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον</l><l n="36">γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.</l><l n="37">εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,</l><l n="38">ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.</l><l n="39"><milestone unit="para" ed="P"/>Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,</l><l n="40">Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·</l><l n="41">ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες</l><l n="42">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="43">ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας</l><l n="44">ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.</l><l n="45">ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα</l><l n="46">ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·</l><milestone n="47" unit="card" ed="p"/><l n="47">τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,</l><l n="48">οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,</l><l n="49">ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων</l><l n="50">ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.</l><l n="51">ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,</l><l n="52">ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη</l><l n="53">ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.</l><l n="54">στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,</l><l n="55">βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.</l><l n="56">ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><l n="57">τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.</l><l n="58">ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,</l><l n="59">καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.</l><l n="60">ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι</l><l n="61">ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.</l><l n="62"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="63">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l><l n="64">οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,</l><l n="65">πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,</l><l n="66">οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.</l><l n="67">νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς</l><l n="68">λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="69">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="70">αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν</l><l n="71">τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.</l><l n="72">καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,</l><l n="73">αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.</l><l n="74">ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ</l><l n="75">κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="76">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="77">ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες</l><l n="78">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l><l n="79">καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·</l><l n="80">ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν</l><l n="81">καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.</l><milestone n="82" unit="card" ed="p"/><l n="82"><milestone unit="para" ed="P"/>ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν</l><l n="83">πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν</l><l n="84">γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.</l><l n="85">ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,</l><l n="86">αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.</l><l n="87">αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,</l><l n="88">δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,</l><l n="89">οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες</l><l n="90">ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.</l><l n="91">οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·</l><l n="92">οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον</l><l n="93">ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.</l><l n="94">τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,</l><l n="95">οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,</l><l n="96">ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι</l><l n="97">λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.</l><l n="98">τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,</l><l n="99">νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.</l><l n="100">αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους</l><l n="101">σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,</l><l n="102">μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.</l><l n="103">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="104">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="105"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·</l><l n="106">Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων</l><l n="107">ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν</l><l n="108">οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,</l><l n="109">ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,</l><l n="110">πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν</l><l n="111">οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.</l><l n="112">τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,</l><l n="113">ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα</l><l n="114">ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος</l><l n="115">παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.</l><milestone n="116" unit="card" ed="p"/><l n="116"><milestone unit="para" ed="P"/>νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος
                     τετάνυσται,</l><l n="117">γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,</l><l n="118">ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν</l><l n="119">ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,</l><l n="120">οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην</l><l n="121">ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.</l><l n="122">οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,</l><l n="123">ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα</l><l n="124">ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.</l><l n="125">οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,</l><l n="126">οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν</l><l n="127">νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα</l><l n="128">ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ</l><l n="129">ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·</l><l n="130">οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.</l><l n="131">οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·</l><l n="132">ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας</l><l n="133">ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.</l><l n="134">ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ</l><l n="135">εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.</l><l n="136">ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,</l><l n="137">οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,</l><l n="138">ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων</l><l n="139">θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.</l><l n="140">αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,</l><l n="141">κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.</l><l n="142">ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν</l><l n="143">νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·</l><l n="144">ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη</l><l n="145">οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.</l><l n="146">ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,</l><l n="147">οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον</l><l n="148">εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.</l><l n="149">κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,</l><l n="150">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·</l><l n="151">ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="152"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="153">νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.</l><l n="154">ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="155">αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.</l><l n="156">αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους</l><l n="157">εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες</l><l n="158">βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.</l><l n="159">νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην</l><l n="160">ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.</l><milestone n="161" unit="card" ed="p"/><l n="161"><milestone unit="para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="162">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="163">οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,</l><l n="164">ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι</l><l n="165">ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.</l><l n="166">Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,</l><l n="167">καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.</l><l n="168">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="169">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="170">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="171">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες
                        ἑταῖροι·</l><l n="173">αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν</l><l n="174">ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,</l><l n="175">ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="176">ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.</l></q><l n="177"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους</l><l n="178">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="179">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="180">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="181">ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,</l><l n="182">ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,</l><l n="183">ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ</l><l n="184">μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ</l><l n="185">ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι</l><l n="186">μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.</l><l n="187">ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα</l><l n="188">οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους</l><l n="189">πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.</l><l n="190">καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει</l><l n="191">ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι</l><l n="192">ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.</l><milestone n="193" unit="card" ed="p"/><l n="193"><milestone unit="para" ed="P"/>δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους</l><l n="194">αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,</l><l n="195">αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους</l><l n="196">βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο</l><l n="197">ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,</l><l n="198">ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,</l><l n="199">οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ</l><l n="200">ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι</l><l n="201">Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·</l><l n="202">χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,</l><l n="203">δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα</l><l n="204">οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας</l><l n="205">ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν</l><l n="206">ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,</l><l n="207">ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.</l><l n="208">τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,</l><l n="209">ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα</l><l n="210">χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει</l><l n="211">θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.</l><l n="212">τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα</l><l n="213">κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ</l><l n="214">ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,</l><l n="215">ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.</l><l n="216"><milestone unit="para" ed="P"/>καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν
                     ἔνδον</l><l n="217">εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.</l><l n="218">ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.</l><l n="219">ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ</l><l n="220">ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται</l><l n="221">ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,</l><l n="222">χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,</l><l n="223">γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.</l><l n="224">ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν</l><l n="225">τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα</l><l n="226">καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας</l><l n="227">σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·</l><l n="228">ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,</l><l n="229">ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.</l><l n="230">οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.</l><milestone n="231" unit="card" ed="p"/><l n="231"><milestone unit="para" ed="P"/>ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ</l><l n="232">τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον</l><l n="233">ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος</l><l n="234">ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,</l><l n="235">ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·</l><l n="236">ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.</l><l n="237">αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="238">πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,</l><l n="239">ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.</l><l n="240">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l><l n="241">ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι</l><l n="242">ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·</l><l n="243">τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.</l><l n="244">ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,</l><l n="245">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="246">αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος</l><l n="247">πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,</l><l n="248">ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη</l><l n="249">πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.</l><l n="250">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="251">καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·</l><q type="unspecified"><l n="252"><milestone unit="para" ed="P"/> ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ
                        κέλευθα;</l><l n="253">ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,</l><l n="254">οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται</l><l n="255">ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;</l></q><l n="256"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον
                     ἦτορ,</l><l n="257">δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.</l><l n="258">ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="259"><milestone unit="para" ed="P"/> ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ</l><l n="260">παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,</l><l n="261">οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα</l><l n="262">ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.</l><l n="263">λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,</l><l n="264">τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·</l><l n="265">τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς</l><l n="266">πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα</l><l n="267">ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως</l><l n="268">δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.</l><l n="269">ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,</l><l n="270">Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,</l><l n="271">ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.</l></q><l n="272"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·</l><q type="unspecified"><l n="273">νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,</l><l n="274">ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·</l><l n="275">οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν</l><l n="276">οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="277">οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην</l><l n="278">οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.</l><l n="279">ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,</l><l n="280">ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.</l></q><milestone n="281" unit="card" ed="p"/><l n="281"><milestone unit="para" ed="P"/>ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα
                     πολλά,</l><l n="282">ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·</l><q type="unspecified"><l n="283"><milestone unit="para" ed="P"/> νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων</l><l n="284">πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,</l><l n="285">ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·</l><l n="286">αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.</l></q><l n="287"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι
                     θυμῷ,</l><l n="288">ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,</l><l n="289">σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ</l><l n="290">κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="291">τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·</l><l n="292">ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,</l><l n="293">ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.</l><l n="294">ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,</l><l n="295">σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.</l><l n="296">αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν</l><l n="297">ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,</l><l n="298">κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.</l><l n="299">τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν</l><l n="300">ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,</l><l n="301">οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,</l><l n="302">χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.</l><l n="303">αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·</l><l n="304">οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων</l><l n="305">χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.</l><l n="306">ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="307"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="308">καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,</l><l n="309">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="310">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="311">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.</l><l n="312">δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,</l><l n="313">ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα</l><l n="314">ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.</l><l n="315">πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα</l><l n="316">Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,</l><l n="317">εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.</l><milestone n="318" unit="card" ed="p"/><l n="318"><milestone unit="para" ed="P"/>ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.</l><l n="319">Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,</l><l n="320">χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη</l><l n="321">αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες</l><l n="322">ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,</l><l n="323">φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·</l><l n="324">τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.</l><l n="325">τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς</l><l n="326">καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·</l><l n="327">οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς</l><l n="328">ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.</l><l n="329">καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,</l><l n="330">ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·</l><l n="331">αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,</l><l n="332">ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας</l><l n="333">τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.</l><l n="334">οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,</l><l n="335">τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.</l><l n="336">ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.</l><l n="337">αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="338">πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,</l><l n="339">ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.</l><l n="340">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l><l n="341">ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,</l><l n="342">πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.</l><l n="343">αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,</l><l n="344">σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.</l><l n="345">καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,</l><l n="346">κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·</l><q type="unspecified"><l n="347"><milestone unit="para" ed="P"/>Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα
                        κρέα,</l><l n="348">ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει</l><l n="349">ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας</l><l n="350">οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.</l><l n="351">σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο</l><l n="352">ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;</l></q><l n="353"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ
                     αἰνῶς</l><l n="354">ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·</l><q type="unspecified"><l n="355"><milestone unit="para" ed="P"/>δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα
                        εἰπὲ</l><l n="356">αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·</l><l n="357">καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα</l><l n="358">οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·</l><l n="359">ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.</l></q><milestone n="360" unit="card" ed="p"/><l n="360"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα
                     οἶνον.</l><l n="361">τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.</l><l n="362">αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,</l><l n="363">καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·</l><q type="unspecified"><l n="364"><milestone unit="para" ed="P"/>Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ
                        τοι</l><l n="365">ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.</l><l n="366">Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι</l><l n="367">μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.</l></q><l n="368"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι
                     θυμῷ·</l><q type="unspecified"><l n="369">Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>