<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.504-9.106</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.504-9.106</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="504">αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.</l><l n="505">ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον</l><l n="506">ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="507">ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,</l><l n="508">ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,</l><l n="509">ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,</l><l n="510">τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·</l><l n="511">αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ</l><l n="512">δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι</l><l n="513">Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.</l><l n="514">ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν</l><l n="515">ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.</l><l n="516">ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,</l><l n="517">αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο</l><l n="518">βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.</l><l n="519">κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα</l><l n="520">νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.</l><milestone n="521" unit="card" ed="p"/><l n="521"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="522">τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.</l><l n="523">ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,</l><l n="524">ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,</l><l n="525">ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·</l><l n="526">ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα</l><l n="527">ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε</l><l n="528">κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους</l><l n="529">εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·</l><l n="530">τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·</l><l n="531">ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.</l><l n="532">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="533">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,</l><l n="534">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="535">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="536"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="537">Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·</l><l n="538">οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.</l><l n="539">ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,</l><l n="540">ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο</l><l n="541">ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.</l><l n="542">ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,</l><l n="543">ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·</l><l n="544">εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,</l><l n="545">πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.</l><l n="546">ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται</l><l n="547">ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.</l><l n="548">τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν</l><l n="549">ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.</l><milestone n="550" unit="card" ed="p"/><l n="550">εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε</l><l n="551">ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.</l><l n="552">οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,</l><l n="553">οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,</l><l n="554">ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.</l><l n="555">εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,</l><l n="556">ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·</l><l n="557">οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,</l><l n="558">οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·</l><l n="559">ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,</l><l n="560">καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς</l><l n="561">ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν</l><l n="562">ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν</l><l n="563">οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.</l><l n="564">ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα</l><l n="565">Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="566">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="567">φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα</l><l n="568">ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ</l><l n="569">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="570">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν</l><l n="571">ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·</l><l n="572">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="573">ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας</l><l n="574">ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,</l><l n="575">ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="576">οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.</l><l n="577">εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ</l><l n="578">Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.</l><l n="579">τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον</l><l n="580">ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.</l><l n="581">ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ</l><l n="582">ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα</l><l n="583">κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;</l><l n="584">ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,</l><l n="585">ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων</l><l n="586">γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.</l></q></div><div n="9" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="2">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="3">ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="4">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="5">οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι</l><l n="6">ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,</l><l n="7">δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ</l><l n="8">ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι</l><l n="9">σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων</l><l n="10">οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·</l><l n="11">τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.</l><l n="12">σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα</l><l n="13">εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·</l><l n="14">τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;</l><l n="15">κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.</l><l n="16">νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς</l><l n="17">εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ</l><l n="18">ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.</l><l n="19">εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν</l><l n="20">ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.</l><l n="21">ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ</l><l n="22">Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι</l><l n="23">πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,</l><l n="24">Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.</l><l n="25">αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται</l><l n="26">πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="27">τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε</l><l n="28">ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.</l><l n="29">ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,</l><l n="30">ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·</l><l n="31">ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν</l><l n="32">Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·</l><l n="33">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.</l><l n="34">ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων</l><l n="35">γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον</l><l n="36">γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.</l><l n="37">εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,</l><l n="38">ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.</l><l n="39"><milestone unit="para" ed="P"/>Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,</l><l n="40">Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·</l><l n="41">ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες</l><l n="42">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="43">ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας</l><l n="44">ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.</l><l n="45">ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα</l><l n="46">ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·</l><milestone n="47" unit="card" ed="p"/><l n="47">τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,</l><l n="48">οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,</l><l n="49">ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων</l><l n="50">ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.</l><l n="51">ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,</l><l n="52">ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη</l><l n="53">ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.</l><l n="54">στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,</l><l n="55">βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.</l><l n="56">ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><l n="57">τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.</l><l n="58">ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,</l><l n="59">καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.</l><l n="60">ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι</l><l n="61">ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.</l><l n="62"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="63">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l><l n="64">οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,</l><l n="65">πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,</l><l n="66">οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.</l><l n="67">νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς</l><l n="68">λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε</l><l n="69">γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.</l><l n="70">αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν</l><l n="71">τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.</l><l n="72">καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,</l><l n="73">αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.</l><l n="74">ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ</l><l n="75">κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="76">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="77">ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες</l><l n="78">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l><l n="79">καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·</l><l n="80">ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν</l><l n="81">καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.</l><milestone n="82" unit="card" ed="p"/><l n="82"><milestone unit="para" ed="P"/>ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν</l><l n="83">πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν</l><l n="84">γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.</l><l n="85">ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,</l><l n="86">αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.</l><l n="87">αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,</l><l n="88">δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,</l><l n="89">οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες</l><l n="90">ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.</l><l n="91">οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·</l><l n="92">οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον</l><l n="93">ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.</l><l n="94">τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,</l><l n="95">οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,</l><l n="96">ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι</l><l n="97">λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.</l><l n="98">τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,</l><l n="99">νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.</l><l n="100">αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους</l><l n="101">σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,</l><l n="102">μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.</l><l n="103">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="104">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="105"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·</l><l n="106">Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>