<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.486-8.563</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.486-8.563</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="486">δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="487"><milestone unit="para" ed="P"/>Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ
                     ἁπάντων.</l><l n="488">ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·</l><l n="489">λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,</l><l n="490">ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,</l><l n="491">ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.</l><l n="492">ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον</l><l n="493">δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,</l><l n="494">ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς</l><l n="495">ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.</l><l n="496">αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,</l><l n="497">αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,</l><l n="498">ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.</l></q><l n="499"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ
                  ἀοιδήν,</l><l n="500">ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν</l><l n="501">βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,</l><l n="502">Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα</l><l n="503">ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·</l><l n="504">αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.</l><l n="505">ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον</l><l n="506">ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="507">ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,</l><l n="508">ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,</l><l n="509">ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,</l><l n="510">τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·</l><l n="511">αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ</l><l n="512">δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι</l><l n="513">Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.</l><l n="514">ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν</l><l n="515">ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.</l><l n="516">ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,</l><l n="517">αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο</l><l n="518">βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.</l><l n="519">κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα</l><l n="520">νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.</l><milestone n="521" unit="card" ed="p"/><l n="521"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="522">τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.</l><l n="523">ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,</l><l n="524">ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,</l><l n="525">ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·</l><l n="526">ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα</l><l n="527">ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε</l><l n="528">κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους</l><l n="529">εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·</l><l n="530">τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·</l><l n="531">ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.</l><l n="532">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="533">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,</l><l n="534">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="535">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="536"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="537">Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·</l><l n="538">οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.</l><l n="539">ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,</l><l n="540">ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο</l><l n="541">ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.</l><l n="542">ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,</l><l n="543">ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·</l><l n="544">εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,</l><l n="545">πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.</l><l n="546">ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται</l><l n="547">ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.</l><l n="548">τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν</l><l n="549">ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.</l><milestone n="550" unit="card" ed="p"/><l n="550">εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε</l><l n="551">ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.</l><l n="552">οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,</l><l n="553">οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,</l><l n="554">ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.</l><l n="555">εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,</l><l n="556">ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·</l><l n="557">οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,</l><l n="558">οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·</l><l n="559">ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,</l><l n="560">καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς</l><l n="561">ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν</l><l n="562">ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν</l><l n="563">οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>