<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.486-8.503</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.486-8.503</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="486">δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="487"><milestone unit="para" ed="P"/>Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ
                     ἁπάντων.</l><l n="488">ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·</l><l n="489">λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,</l><l n="490">ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,</l><l n="491">ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.</l><l n="492">ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον</l><l n="493">δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,</l><l n="494">ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς</l><l n="495">ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.</l><l n="496">αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,</l><l n="497">αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,</l><l n="498">ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.</l></q><l n="499"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ
                  ἀοιδήν,</l><l n="500">ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν</l><l n="501">βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,</l><l n="502">Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα</l><l n="503">ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>