<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.470-9.63</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.470-9.63</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="470">οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.</l><l n="471">κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,</l><l n="472">Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν</l><l n="473">μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.</l><l n="474">δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,</l><l n="475">νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,</l><l n="476">ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·</l><q type="unspecified"><l n="477"><milestone unit="para" ed="P"/>κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα
                     φάγῃσιν,</l><l n="478">Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·</l><l n="479">πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ</l><l n="480">τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας</l><l n="481">οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.</l></q><l n="482"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν</l><l n="483">ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.</l><l n="484">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="485">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="486">δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="487"><milestone unit="para" ed="P"/>Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ
                     ἁπάντων.</l><l n="488">ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·</l><l n="489">λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,</l><l n="490">ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,</l><l n="491">ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.</l><l n="492">ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον</l><l n="493">δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,</l><l n="494">ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς</l><l n="495">ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.</l><l n="496">αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,</l><l n="497">αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,</l><l n="498">ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.</l></q><l n="499"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ
                  ἀοιδήν,</l><l n="500">ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν</l><l n="501">βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,</l><l n="502">Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα</l><l n="503">ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·</l><l n="504">αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.</l><l n="505">ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον</l><l n="506">ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="507">ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,</l><l n="508">ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,</l><l n="509">ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,</l><l n="510">τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·</l><l n="511">αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ</l><l n="512">δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι</l><l n="513">Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.</l><l n="514">ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν</l><l n="515">ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.</l><l n="516">ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,</l><l n="517">αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο</l><l n="518">βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.</l><l n="519">κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα</l><l n="520">νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.</l><milestone n="521" unit="card" ed="p"/><l n="521"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="522">τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.</l><l n="523">ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,</l><l n="524">ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,</l><l n="525">ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·</l><l n="526">ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα</l><l n="527">ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε</l><l n="528">κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους</l><l n="529">εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·</l><l n="530">τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·</l><l n="531">ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.</l><l n="532">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="533">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,</l><l n="534">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="535">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="536"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="537">Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·</l><l n="538">οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.</l><l n="539">ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,</l><l n="540">ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο</l><l n="541">ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.</l><l n="542">ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,</l><l n="543">ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·</l><l n="544">εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,</l><l n="545">πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.</l><l n="546">ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται</l><l n="547">ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.</l><l n="548">τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν</l><l n="549">ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.</l><milestone n="550" unit="card" ed="p"/><l n="550">εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε</l><l n="551">ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.</l><l n="552">οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,</l><l n="553">οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,</l><l n="554">ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.</l><l n="555">εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,</l><l n="556">ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·</l><l n="557">οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,</l><l n="558">οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·</l><l n="559">ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,</l><l n="560">καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς</l><l n="561">ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν</l><l n="562">ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν</l><l n="563">οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.</l><l n="564">ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα</l><l n="565">Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="566">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="567">φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα</l><l n="568">ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ</l><l n="569">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="570">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν</l><l n="571">ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·</l><l n="572">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="573">ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας</l><l n="574">ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,</l><l n="575">ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="576">οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.</l><l n="577">εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ</l><l n="578">Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.</l><l n="579">τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον</l><l n="580">ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.</l><l n="581">ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ</l><l n="582">ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα</l><l n="583">κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;</l><l n="584">ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,</l><l n="585">ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων</l><l n="586">γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.</l></q></div><div n="9" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="2">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="3">ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="4">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="5">οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι</l><l n="6">ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,</l><l n="7">δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ</l><l n="8">ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι</l><l n="9">σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων</l><l n="10">οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·</l><l n="11">τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.</l><l n="12">σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα</l><l n="13">εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·</l><l n="14">τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;</l><l n="15">κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.</l><l n="16">νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς</l><l n="17">εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ</l><l n="18">ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.</l><l n="19">εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν</l><l n="20">ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.</l><l n="21">ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ</l><l n="22">Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι</l><l n="23">πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,</l><l n="24">Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.</l><l n="25">αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται</l><l n="26">πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="27">τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε</l><l n="28">ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.</l><l n="29">ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,</l><l n="30">ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·</l><l n="31">ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν</l><l n="32">Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·</l><l n="33">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.</l><l n="34">ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων</l><l n="35">γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον</l><l n="36">γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.</l><l n="37">εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,</l><l n="38">ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.</l><l n="39"><milestone unit="para" ed="P"/>Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,</l><l n="40">Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·</l><l n="41">ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες</l><l n="42">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="43">ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας</l><l n="44">ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.</l><l n="45">ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα</l><l n="46">ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·</l><milestone n="47" unit="card" ed="p"/><l n="47">τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,</l><l n="48">οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,</l><l n="49">ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων</l><l n="50">ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.</l><l n="51">ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,</l><l n="52">ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη</l><l n="53">ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.</l><l n="54">στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,</l><l n="55">βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.</l><l n="56">ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><l n="57">τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.</l><l n="58">ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,</l><l n="59">καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.</l><l n="60">ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι</l><l n="61">ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.</l><l n="62"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="63">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>