<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.437-8.475</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.437-8.475</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="437">γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·</l><l n="438">τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν</l><l n="439">ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,</l><l n="440">ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·</l><l n="441">ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,</l><l n="442">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="443"><milestone unit="para" ed="P"/>αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν
                     ἴηλον,</l><l n="444">μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε</l><l n="445">εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.</l></q><l n="446"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="447">αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν</l><l n="448">ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·</l><l n="449">αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει</l><l n="450">ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ</l><l n="451">θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,</l><l n="452">ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.</l><l n="453">τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.</l><l n="454"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="455">ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,</l><l n="456">ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας</l><l n="457">ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα</l><l n="458">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="459">θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,</l><l n="460">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="461"><milestone unit="para" ed="P"/>χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι
                     γαίῃ</l><l n="462">μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.</l></q><l n="463"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς.</l><q type="unspecified"><l n="464">Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="465">οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,</l><l n="466">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·</l><l n="467">τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην</l><l n="468">αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.</l></q><milestone n="469" unit="card" ed="p"/><l n="469"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·</l><l n="470">οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.</l><l n="471">κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,</l><l n="472">Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν</l><l n="473">μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.</l><l n="474">δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,</l><l n="475">νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>