<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.411-8.542</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.411-8.542</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="411">δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="413">καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.</l><l n="414">μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο</l><l n="415">τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.</l></q><l n="416"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.</l><l n="417">δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.</l><l n="418">καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·</l><l n="419">δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο</l><l n="420">μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.</l><l n="421">τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="422">ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.</l><l n="423">δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="424"><milestone unit="para" ed="P"/>δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις
                     ἀρίστη·</l><l n="425">ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.</l><l n="426">ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,</l><l n="427">ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα</l><l n="428">δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,</l><l n="429">δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.</l><l n="430">καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,</l><l n="431">χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα</l><l n="432">σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.</l></q><milestone n="433" unit="card" ed="p"/><l n="433"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν</l><l n="434">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.</l><l n="435">αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,</l><l n="436">ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.</l><l n="437">γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·</l><l n="438">τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν</l><l n="439">ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,</l><l n="440">ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·</l><l n="441">ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,</l><l n="442">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="443"><milestone unit="para" ed="P"/>αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν
                     ἴηλον,</l><l n="444">μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε</l><l n="445">εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.</l></q><l n="446"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="447">αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν</l><l n="448">ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·</l><l n="449">αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει</l><l n="450">ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ</l><l n="451">θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,</l><l n="452">ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.</l><l n="453">τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.</l><l n="454"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="455">ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,</l><l n="456">ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας</l><l n="457">ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα</l><l n="458">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="459">θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,</l><l n="460">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="461"><milestone unit="para" ed="P"/>χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι
                     γαίῃ</l><l n="462">μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.</l></q><l n="463"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς.</l><q type="unspecified"><l n="464">Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="465">οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,</l><l n="466">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·</l><l n="467">τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην</l><l n="468">αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.</l></q><milestone n="469" unit="card" ed="p"/><l n="469"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·</l><l n="470">οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.</l><l n="471">κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,</l><l n="472">Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν</l><l n="473">μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.</l><l n="474">δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,</l><l n="475">νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,</l><l n="476">ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·</l><q type="unspecified"><l n="477"><milestone unit="para" ed="P"/>κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα
                     φάγῃσιν,</l><l n="478">Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·</l><l n="479">πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ</l><l n="480">τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας</l><l n="481">οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.</l></q><l n="482"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν</l><l n="483">ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.</l><l n="484">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="485">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="486">δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="487"><milestone unit="para" ed="P"/>Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ
                     ἁπάντων.</l><l n="488">ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·</l><l n="489">λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,</l><l n="490">ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,</l><l n="491">ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.</l><l n="492">ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον</l><l n="493">δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,</l><l n="494">ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς</l><l n="495">ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.</l><l n="496">αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,</l><l n="497">αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,</l><l n="498">ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.</l></q><l n="499"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ
                  ἀοιδήν,</l><l n="500">ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν</l><l n="501">βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,</l><l n="502">Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα</l><l n="503">ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·</l><l n="504">αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.</l><l n="505">ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον</l><l n="506">ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="507">ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,</l><l n="508">ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,</l><l n="509">ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,</l><l n="510">τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·</l><l n="511">αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ</l><l n="512">δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι</l><l n="513">Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.</l><l n="514">ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν</l><l n="515">ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.</l><l n="516">ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,</l><l n="517">αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο</l><l n="518">βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.</l><l n="519">κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα</l><l n="520">νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.</l><milestone n="521" unit="card" ed="p"/><l n="521"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="522">τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.</l><l n="523">ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,</l><l n="524">ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,</l><l n="525">ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·</l><l n="526">ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα</l><l n="527">ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε</l><l n="528">κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους</l><l n="529">εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·</l><l n="530">τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·</l><l n="531">ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.</l><l n="532">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="533">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,</l><l n="534">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="535">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="536"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="537">Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·</l><l n="538">οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.</l><l n="539">ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,</l><l n="540">ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο</l><l n="541">ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.</l><l n="542">ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>