<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.41-8.57</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.41-8.57</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="41">σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ</l><l n="42">ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,</l><l n="43">μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν</l><l n="44">Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν</l><l n="45">τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="47">σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.</l><l n="48">κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα</l><l n="49">βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.</l><l n="50">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="51">νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="52">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="53">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,</l><l n="54">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.</l><l n="55">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα</l><l n="56">βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.</l><l n="57">πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>