<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.379-8.452</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.379-8.452</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="379">ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι</l><l n="380">ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.</l><l n="381"><milestone unit="para" ed="P"/>δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="382">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="383">ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,</l><l n="384">ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.</l></q><milestone n="385" unit="card" ed="p"/><l n="385"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="386">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="387"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.</l><l n="388">ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.</l><l n="389">ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.</l><l n="390">δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες</l><l n="391">ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·</l><l n="392">τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα</l><l n="393">καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.</l><l n="394">αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν</l><l n="395">ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.</l><l n="396">Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι</l><l n="397">καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.</l></q><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον,</l><l n="399">δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.</l><l n="400">τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="401">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="402">τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.</l><l n="403">δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη</l><l n="404">ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος</l><l n="405">ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον</l><l n="407">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="408">χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται</l><l n="409">δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.</l><l n="410">σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι</l><l n="411">δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="413">καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.</l><l n="414">μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο</l><l n="415">τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.</l></q><l n="416"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.</l><l n="417">δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.</l><l n="418">καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·</l><l n="419">δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο</l><l n="420">μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.</l><l n="421">τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="422">ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.</l><l n="423">δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="424"><milestone unit="para" ed="P"/>δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις
                     ἀρίστη·</l><l n="425">ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.</l><l n="426">ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,</l><l n="427">ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα</l><l n="428">δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,</l><l n="429">δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.</l><l n="430">καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,</l><l n="431">χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα</l><l n="432">σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.</l></q><milestone n="433" unit="card" ed="p"/><l n="433"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν</l><l n="434">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.</l><l n="435">αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,</l><l n="436">ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.</l><l n="437">γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·</l><l n="438">τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν</l><l n="439">ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,</l><l n="440">ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·</l><l n="441">ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,</l><l n="442">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="443"><milestone unit="para" ed="P"/>αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν
                     ἴηλον,</l><l n="444">μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε</l><l n="445">εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.</l></q><l n="446"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="447">αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν</l><l n="448">ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·</l><l n="449">αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει</l><l n="450">ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ</l><l n="451">θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,</l><l n="452">ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>