<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.378-8.407</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.378-8.407</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="378">ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ</l><l n="379">ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι</l><l n="380">ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.</l><l n="381"><milestone unit="para" ed="P"/>δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="382">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="383">ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,</l><l n="384">ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.</l></q><milestone n="385" unit="card" ed="p"/><l n="385"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="386">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="387"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.</l><l n="388">ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.</l><l n="389">ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.</l><l n="390">δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες</l><l n="391">ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·</l><l n="392">τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα</l><l n="393">καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.</l><l n="394">αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν</l><l n="395">ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.</l><l n="396">Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι</l><l n="397">καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.</l></q><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον,</l><l n="399">δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.</l><l n="400">τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="401">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="402">τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.</l><l n="403">δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη</l><l n="404">ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος</l><l n="405">ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον</l><l n="407">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>