<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.365-8.380</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.365-8.380</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="365">ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,</l><l n="366">ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.</l><l n="367"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="368">τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι</l><l n="369">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.</l><l n="370"><milestone unit="para" ed="P"/>Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν</l><l n="371">μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.</l><l n="372">οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,</l><l n="373">πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,</l><l n="374">τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα</l><l n="375">ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς</l><l n="376">ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.</l><l n="377">αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,</l><l n="378">ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ</l><l n="379">ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι</l><l n="380">ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>