<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.347-8.376</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.347-8.376</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="347"><milestone unit="para" ed="P"/>λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ
                     κελεύεις,</l><l n="348">τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·</l><q type="unspecified"><l n="350">μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·</l><l n="351">δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.</l><l n="352">πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,</l><l n="353">εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;</l></q><l n="354"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·</l><q type="unspecified"><l n="355">Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας</l><l n="356">οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.</l></q><l n="357"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q type="unspecified"><l n="358">οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.</l></q><l n="359"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.</l><l n="360">τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,</l><l n="361">αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,</l><l n="362">ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,</l><l n="363">ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.</l><l n="364">ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ</l><l n="365">ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,</l><l n="366">ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.</l><l n="367"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="368">τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι</l><l n="369">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.</l><l n="370"><milestone unit="para" ed="P"/>Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν</l><l n="371">μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.</l><l n="372">οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,</l><l n="373">πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,</l><l n="374">τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα</l><l n="375">ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς</l><l n="376">ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>