<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.317-8.407</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.317-8.407</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="317">εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,</l><l n="318">εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,</l><l n="319">ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,</l><l n="320">οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς
                  δῶ·</l><l n="322">ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης</l><l n="323">Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.</l><l n="324">θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.</l><l n="325">ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·</l><l n="326">ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι</l><l n="327">τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.</l><l n="328">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="329"><milestone unit="para" ed="P"/>οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς
                     ὠκύν,</l><l n="330">ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα</l><l n="331">ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="332">χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.</l></q><l n="333"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="334">Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q type="unspecified"><l n="335"><milestone unit="para" ed="P"/>Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,</l><l n="336">ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς</l><l n="337">εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;</l></q><l n="338"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="339">αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·</l><l n="340">δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,</l><l n="341">ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="342">αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.</l></q><milestone n="343" unit="card" ed="p"/><l n="343"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.</l><l n="344">οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ</l><l n="345">Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.</l><l n="407">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>