<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.306-8.322</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.306-8.322</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="307">δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,</l><l n="308">ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="309">αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,</l><l n="310">οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε</l><l n="311">ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,</l><l n="312">ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.</l><l n="313">ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι</l><l n="314">εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.</l><l n="315">οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως</l><l n="316">καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω</l><l n="317">εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,</l><l n="318">εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,</l><l n="319">ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,</l><l n="320">οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς
                  δῶ·</l><l n="322">ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>