<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.296-8.312</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:8.296-8.312</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="296">τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ</l><l n="297">τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,</l><l n="298">οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.</l><l n="299">καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.</l><l n="300">ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,</l><l n="301">αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·</l><l n="302">Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.</l><l n="303">βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·</l><l n="304">ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="305">σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="307">δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,</l><l n="308">ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="309">αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,</l><l n="310">οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε</l><l n="311">ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,</l><l n="312">ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>